Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 31.1 Dem. 31.7 (English) >>Dem. 31.10

31.5δῆλον τοίνυν ὅτι δισχιλίων μὲν ὡρισμένος τὴν οἰκίαν, ταλάντου δὲ τὸ χωρίον, ὡς ὀγδοήκοντα μνᾶς δεδωκὼς ἔμελλεν ἀμφισβητήσειν. μεῖζον οὖν ἄν τι γένοιτο τεκμήριον ὑμῖν τοῦ μηδὲν ἀληθὲς νῦν λέγειν τοῦτον εἰ φανείη μὴ ταὐτὰ λέγων τοῖς ἐξ ἀρχῆς περὶ τῶν αὐτῶν; ἐμοὶ μὲν γὰρ οὐδὲν ἂν δοκεῖ τούτου μεῖζον εὑρεθῆναι.

31.6σκέψασθε τοίνυν τὴν ἀναίδειαν, ὃς ἐν ὑμῖν ἐτόλμησεν εἰπεῖν, ὡς οὐκ ἀποστερεῖ μʼ ὅσῳ πλείονος ἄξιόν ἐστι ταλάντου, καὶ ταῦτʼ αὐτὸς τιμήσας οὐκ ἄξιον εἶναι πλείονος. τί γὰρ βουλόμενος δισχιλίων προσωρίσω τὴν οἰκίαν, ὅτε τὰς ὀγδοήκοντα μνᾶς ἐνεκάλεις, εἴ γε τὸ χωρίον ἄξιον ἦν πλείονος, ἀλλʼ οὐκ ἐπὶ τούτῳ καὶ τὰς δισχιλίας ἐτίθεις; 31.7 ὅταν μέν σοι δοκῇ πάντα τὰ Ἀφόβου διασῴζειν, τό τε χωρίον ἔσται ταλάντου μόνον ἄξιον, καὶ τὴν οἰκίαν ἐν δισχιλίαις προσέξεις, τε προὶξ ὀγδοήκοντα μναῖ γενήσονται, καὶ ἀξιώσεις ἔχειν ἀμφότερα· ὅταν δέ σοι μὴ συμφέρῃ, τἀναντία πάλιν μὲν οἰκία ταλάντου, διότι νῦν ἐγὼ ταύτην ἔχω, τοῦ δὲ χωρίου τὸ περιὸν οὐκ ἐλάττονος δυοῖν ἄξιον, ἵνʼ ἐγὼ δοκῶ βλάπτειν τοῦτον, οὐκ ἀποστερεῖσθαι; 31.8ὁρᾷς ὡς ὑποκρίνει μὲν δεδωκέναι τὴν προῖκα, φαίνει δὲ κατʼ οὐδʼ ὁντινοῦν τρόπον δεδωκώς; τὰ γὰρ ἀληθῆ καὶ μὴ κακουργούμενα τῶν πραγμάτων ἁπλῶς, οἷʼ ἂν ἐξ ἀρχῆς πραχθῇ, τοιαῦτʼ ἐστίν· σὺ δὲ τοὐναντίον ἐξελέγχει πράξας εἰς τὴν καθʼ ἡμῶν ὑπηρεσίαν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 31.1 Dem. 31.7 (English) >>Dem. 31.10

Powered by PhiloLogic